TLG 3157 001 :: THEODORUS Scutariota :: Additamenta ad Georgii Acropolitae historiam

THEODORUS Scutariota Hist., Metropolita
(Cyzicenus: A.D. 13)

Additamenta ad Georgii Acropolitae historiam

Source: Heisenberg, A. (ed.), Georgii Acropolitae opera, vol. 1. Leipzig: Teubner, 1903 (repr. Stuttgart, 1978 (1st edn. corr. P. Wirth)): 277–302.

Citation: Fragment — (line)

1

7,10 τοῖς πολίταις βούλευμα οὐκ ἐπαίνου ἄξιον] βού‐ λευμα τοῖς πολίταις, οὐκ οἶδα περὶ τούτου φάναι εἴτε καλῶς εἴτε καὶ τοῦτο καθ’ ἑαυτῶν s. 450,10 sq.

2

11,21 Ἰταλοὶ κατὰ τὴν ἑῴαν] Ἰταλοὶ καὶ ἐξ ἑαυτῶν ἀλλὰ καὶ παρὰ τῶν κατὰ Πηγὰς ὁμοεθνῶν, ἔτι δὲ καὶ τῶν κατὰ Σκάμανδρον Ἀρμενίων παραθηγόμενοι, κατὰ τὴν ἕω s. 452,18 sq.

3

14,1 Ἠπείρου κρατήσας] Ἠπείρου κρατήσας, Ἀχαΐας τε καὶ Ἀκαρνάνων ἐξουσιάζων καὶ τῆς Ναυπάκτου αὐτῆς s. 454,3‐4.

4

14,19 ἀφικνεῖται] εἰς τὸ Ἰκόνιον ἄπεισι s. 454,20.

5

17,15 οὐδὲ— 16 πρόφασις] καὶ σκυλεύει τὸ στρατόπεδον τῶν Περσῶν. οἱ γὰρ πάντες ὡς εἶδον ἐπὶ δόρατος φερο‐ μένην τὴν τοῦ σουλτάνου κεφαλήν, ἔφευγον ἀμεταστρεπτί. τοῦτο τοῖς Ῥωμαίοις ἀναψυχῆς ἐγένετο πρόφασις, οὐ μόνον
5ὅτι χρημάτων οὐκ εὐαριθμήτων αὐτός τε βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐγένοντο κύριοι καὶ ἵππων καλῶν καὶ πολλῶν καὶ ἄλλης μεγίστης περιουσίας, ἀλλ’ ὅτι καὶ φοβεροὶ πᾶσιν ἔθνεσιν ἔδοξαν s. 456,23 sq.277

6

17,21 καὶ τὰ εἰκότα— 23 θνήσκει] ὁ δὲ τοῦτον ἰδὼν τοῦ ἵππου τε ἀποβαίνει καὶ οὕτως τὴν ὀφειλομένην ὡς βασιλεῖ τούτῳ ἀφοσιοῦται προσκύνησιν. οἱ δὲ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ τὸ διαφέρον αἰτήσαντες καὶ λαβόντες αὐτόν,
5αἰτίαν προσάψαντες τὴν αὐτῶν πρὸς τὸν σουλτάνον προ‐ δοσίαν καὶ τῶν χωρῶν τῶν Ῥωμαϊκῶν, μετὰ δίκην στεροῦσι τοῦ φάους τῶν ὀφθαλμῶν. ἐν δὲ τῇ Νικαίᾳ τὸ λεῖπον τῆς ζωῆς αὐτοῦ διανύσας, θνήσκει καὶ θάπτεται ἐν τῇ τοῦ Ὑακίνθου μονῇ s. 457,1 sq.

7

23,12 Περιθεώριον—πολλάς] Περιθεώριον, Πόρους καὶ ἄλλας πολλάς s. 459,25.

8

23,13 λαὸν ἀπάρας] περισωθέντα λαόν—τοὺς γὰρ πλείους κατηφάνισε καταχώσας τοῖς πτώμασιν—ἀπάρας s. 459,26 sq.

9

23,14 Ἴστρου] Ἕβρου s. 459,28.

10

26,1 ὑπῆρχον— 2 ᾗ] ὑπῆρχε δὲ τούτοις καὶ ἀδελφὴ Μαρία, ἣ s. 461,14.

11

’28,1 οὕτω—τυγχάνον] ὄρος δὲ τοῦτο περί που τοῦ κάστρου τῶν Ὀχυρῶν, ὃ καὶ Ἀχυράους παρά τισι λέγεται
s. 462,24 sq.278

12

28,11 πράγματα. Ὁ δ’ εἰρημένος] πράγματα. δεδόσθω καὶ τοῦτο τῇ ἱστορίᾳ ὡς ἀστεῖον καὶ χάριεν. ἦν τις κατὰ τὸν καιρὸν τοῦτον ἀνὴρ ἁπλοϊκός τε καὶ ἀπερίσκεπτος. οὗ‐ τος ἀνὰ τὰς ἀγυιὰς Νικαίας τῆς μεγαλοπόλεως διερχόμενος,
5οἷς ἂν ἐντύχοι συνήθεσι, συγχαίρειν αὐτῷ ἔλεγεν· ‘ἀναφα‐ νήσεται γὰρ δι’ ὀλίγου ὁ ἀγαθὸς βασιλεύς.‘ τοῦτο τὸ θρυλ‐ λούμενον φθάνει καὶ εἰς τὰς τοῦ αὐτοκράτορος ἀκοάς, καὶ εὐθὺς ἀγώγιμος ὁ προαγορευτὴς ἐκεῖνος ἐς τὸν ἄνακτα γίνε‐ ται. καὶ παραστὰς ἐρωτᾶται καὶ ὁμολογεῖ ταῦτα λέγειν ἃ
10κατηγόρητο. καὶ ὁ βασιλεύς· ‘τί δ’ ἐγώ; οὔ σοι δοκῶ καλὸς βασιλεύς;‘ καὶ αὐτός· ‘καὶ τί μοί ποτε δέδωκας, ἵνα σὲ ἔχω καλόν;‘ καὶ πάλιν ὁ βασιλεύς· ‘οὐ δίδομαί σοι καθ’ ἑκάστην ὑπέρ σου καὶ τῶν ὁμοφύλων μέχρι θανάτου ἀγωνι‐ ζόμενος;‘ ὁ δὲ ἀνὴρ ἀνθυπέφερε· ‘καὶ ὁ ἥλιος ἐπιλάμπων
15θερμαίνει καὶ φωτίζει ἡμᾶς, ἀλλ’ οὐκ ἔχομεν χάριν αὐτῷ· ὃ γὰρ προσετάχθη, ἀποπληροῖ· καὶ σὺ γοῦν ὃ ὀφείλεις ἐρ‐ γάζῃ, ὑπὲρ τῶν ὁμογενῶν, ὡς εἴρηκας, κοπιῶν καὶ μοχθῶν.‘ καὶ ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐπέφερεν· ‘ἀλλ’ εἰ δώσω δῶρά σοι, ἔσομαι ἀγαθός;‘ ‘καὶ μάλα γε‘ ἀντέφησεν ὁ ἁπλο‐
20ϊκός. καὶ εὐθὺς βασιλικῇ προσταγῇ ἐνδύματα καὶ χρήματα τούτῳ προσέφερον, ἃ καὶ λαβὼν ἀρᾶσθαι ἤρξατο τὸν ἐπι‐
ζητοῦντα ἕτερον καλὸν βασιλέα· οὗτος γάρ, ὁ τοῦτον τού‐ τοις δεξιωσάμενος, ὁ καλός τε καὶ ὁλόκαλος καὶ χρηστὸς βασιλεύς. ὁ δὲ Ἐρρῆς s. 463,2 SQQ.279

13

28,14 ἱλαρώτερον προσεφέρετο] ἱλαρώτερον τῶν ὁμογε‐ νῶν διετίθετο s. 46,26.

14

29,3 εἰ μὴ μόνος— 4 Δερμοκαΐτης] εἰ μὴ ὁ εἰς ἡγεμόνα τοῦ στρατοῦ τοῦ βασιλέως αὐτάδελφος καὶ ὁ Δερμοκαΐτης s. 464,7.

15

29,19 πολλὰ— 20 οἰκήτορσι] τοὺς ἐν Κωνσταντινουπόλει ἱερεῖς καὶ μονάζοντας ἀπανθρώπως ἐκόλασεν s. 464,21.

16

30,22 ἐβίωσαν] ἐβίωσαν· οὐκ ὀλίγοι δ’ ἐξ αὐτῶν καὶ εἰς ἀρχιερωσύνης ὕψος ἀνεβιβάσθησαν s. 465,14.

17

31,8 μηδ’ ὅλως— 9 συγκατανεύοντος] μηδ’ ὅλως μήτε αὐτοῦ μήτε τῶν ἀρχιερέων συναινούντων τῇ ἀθεμιτογαμίᾳ ταύτῃ, μᾶλλον δὲ καὶ ὅση δύναμις κωλυόντων, ὡς μὴ ἐγνω‐ σμένου τοῦ τοιούτου γάμου τῇ ἐκκλησίᾳ ἡμῶν s. 465,23 sq.

18

31,13 ὃν γὰρ— 15 προύφθασεν] οὓς γὰρ ἐκ τῆς βασιλίδος Ἄννης ἐγέννησε δύο, Νικόλαον καὶ Ἰωάννην, ὁ θάνατος προαφήρπασεν s. 465,30 sq.

19

32,5 πλουτεῖν] πλουσίους ποιῶν. τὴν δὲ περὶ τὰ θεῖα
τούτου εὐλάβειαν δέον δι’ ὀλίγου δηλῶσαι. ὡς γὰρ μάθοι τινὰς τῶν ἀπὸ τῆς Κωνσταντίνου λογίων περὶ τῶν προσ‐ αγομένων θείων καὶ ὑπὲρ ἡμᾶς δώρων λογομαχοῦντας, καὶ280
5εἰ φθαρτὰ ἢ ἄφθαρτα ταῦτα ἐπερωτῶντας, ὡς κἂν τῇ Κων‐ σταντινουπόλει ἐλέγετο, παραστησάμενος τούτους μετ’ ἐμβρι‐ θείας ἠπείλησεν, ὅρκον προσθεὶς εἰς πίστωσιν ὧν ἀπεφή‐ νατο, ἢ σιγῆσαι τούτους τοῦ περὶ τοιούτων γυμνάζειν καὶ ἐμμένειν ταῖς πατρικαῖς παραδόσεσι καὶ τοῖς δόγμασι τῆς
10τοῦ θεοῦ ἐκκλησίας, ἢ ἀλλὰ γινώσκειν ὡς καὶ Πέρσας καὶ Ἰταλοὺς καὶ ἄλλους πάντας ἐναντιουμένους καταλιπὼν τού‐ τοις μαχέσασθαι, ἕως ἂν τέλεον ἐκτρίψῃ. καὶ οὕτως τὴν ἄλογον ἔριν κατέστειλε καὶ ψυχοβλαβῆ s. 466,10 sq.

20

32,12 Καθὼς—αὐτοῦ] οὗτος ὁ βασιλεὺς ὅσα καὶ πατὴρ ὀφείλει τιμᾶσθαι παρὰ πάντων τῶν μετ’ αὐτὸν βασιλέων καὶ γενάρχης, ἐπείπερ, ὡς εἴρηται, τοῦ κοσμικοῦ κατειλη‐ φότος κλύδωνος, τῆς ἁλώσεως δηλαδὴ τῆς βασιλίδος τῶν
5πόλεων, καὶ ὡς ἐν καταποντισμῷ τῆς Ῥωμαϊκῆς μεγαλειότη‐ τος καὶ εὐδοξίας διαφθαρείσης καὶ βασιλείας καὶ ἱερωσύνης ἄρδην ἀποιχομένων, αὐτὸς καὶ βασιλείαν καὶ ἱερωσύνην συνέστησεν, οὐ χρήμασι πεποιθώς, οὐ χωρῶν ἐπικρατείᾳ, οὐ
πόλεων κυριότητι, ἀλλ’ ἐπὶ τῷ τοῦ θεοῦ ἐλέει μόνῳ, τε‐281
10θαρρηκὼς καὶ τοῖς οἰκείοις κόποις τε καὶ ἀγῶσιν, οὓς ὑπὲρ τῶν ὁμοφύλων ἐνδείξασθαι ᾑρετίσατο. διὸ καὶ ὁ φυγὰς καὶ ἀνέστιος βασιλεὺς μέγιστος ἀνεφάνη, καὶ τοῖς αἰχμαλω‐ τεῦσαι διώκουσι φοβερὸς καὶ ἐπίδοξος, Νῶέ τις ἕτερος, δί‐ καιος ἐν τῇ αὐτοῦ γενεᾷ, σπέρματα δευτέρου βίου διασω‐
15σάμενος ὡς ἐκ κατακλυσμοῦ τῆς κοσμικῆς ἐκείνης πανωλε‐ θρίας, ἢ Ζοροβάβελ ἄλλος, ἅτε δὴ καταπεπτωκότα νεὼν ἀναστήσας, τὰ Ῥωμαίων εἰς τὸ μηδὲν καταντήσαντα, καὶ βασιλεύειν ἐγκαταστήσας Ῥωμαίους καὶ χωρῶν καὶ πόλεων ἄρχειν, καὶ ἀρχιερωσύνῃ καὶ συγκλήτῳ, ἔτι δὲ στρατηγῶν
20τοῖς ἀρίστοις καὶ ταγμάτων, πρὸς δὲ καὶ δυνάμεων στρατι‐ ωτικῶν τάξεσι συνίστασθαί τε καὶ ὡραΐζεσθαι, μετὰ τῆς ἄνωθεν συμμαχίας καὶ τῶν οἰκείων σπουδασμάτων ταῦτα τετελεκώς, ἃ μικροῦ καὶ ὑπὲρ ἄνθρωπον ἐνεδείξατο. τοὺς δ’ ὑπὸ τῆς Λατινικῆς χειρὸς αἰχμαλώτους γεγενημένους
25προσφεύγοντας ἐπ’ αὐτὸν πάντας τε προσεδέχετο καὶ πᾶσι φιλοφρόνως διατιθέμενος πόρους ζωῆς ἐχορήγει καὶ ἀναλό‐ γως εὐηργέτει, ἀνάδοχος τῶν πάντων γενόμενος καὶ πᾶσιν, ὡς ἡ χεὶρ ἐδίδου, ἀπονέμων τὰ δέοντα, οὐκ εἰς τὸ συνα‐ γαγεῖν ἀπιδὼν χρήματα καὶ θησαυροὺς περιποιήσασθαι καὶ
30κειμήλια· οὐ γὰρ ἐδίδου ῥοπὴν αὐτῷ πρὸς τοῦτο τὰ πράγ‐ ματα, ἀλλ’ εἰς τὸ κυβερνῆσαι καὶ διασώσασθαι, οὓς ὁ θεὸς ἐκίνει τούτῳ, προσέρχεσθαι s. 466,28 sq.

21

33,23 καὶ—ἀντεχόμενον] καὶ ἐξορίᾳ δεινῇ κατεδίκασε καὶ
τὰ μοναδικὰ καὶ ἄκοντα βιαίως ἐνέδυσεν ἄμφια s. 468,26 sq.282

22

34,1 Δημήτριος] Δημήτριος, ᾧ Χωματηνὸς ἦν ἡ ἐπί‐ κλησις s. 468,28.

23

36,12 καὶ ἦν—πράγματα] πόρος δὲ οὗτος περί που τὴν Λάμψακον—τοὺς ἐκ τῶν Ἰταλικῶν χωρῶν πρὸς τὴν Κων‐ σταντίνου διαπλωϊζομένους παγίδα ταύτας ἔχειν διαταξάμενος s. 470,19 sq.

24

51,3 φιλίας.] φιλίας, καὶ πρὸς τούτοις ὅτι ὑπέσχετο αὐτὸς οὗτος τὰ δυνατά οἱ συνάρασθαι τῷ βασιλεῖ εἰς τὴν τῆς Κωνσταντινουπόλεως ἐλευθερίαν s. 478,21 sq.

25

58,19 χαρτουλάριος] ἑταιρειάρχης s. 482,31.

26

62,22 ἐτίμα—ὑπερβαλλόντως] ἀρετὴν ἐτίμα ὑπερβαλλόν‐ τως, ἀρχιερεῖς τε καὶ ἱερεῖς ὡς θεοῦ δεχομένη ἀπεικονίσματα, καὶ τὸ μοναχικὸν τάγμα ἔστεργε s. 485,21 sq.

27

71,23 τὴν αὐτοῦ—ποίμνην] τὴν ποίμνην ἐπὶ χρόνοις ιεʹ ποιμάναντα s. 490,28.

28

85,22 ἀπέλυσεν.] ἀπέλυσεν. ὁπότε καὶ ὁ βασιλεὺς τοῖς ἐντὸς θελήσας περὶ τοῦ προσελθεῖν αὐτῷ διαλέξασθαι καὶ πλησιάσας τῷ τείχει, μικροῦ ἂν ἐκινδύνευσεν, εἰ μὴ θεὸς ὁ παμβασιλεὺς αὐτὸν διεφύλαττεν. οἱ γὰρ ἐντὸς Ἰταλοὶ τὴν
5λεγομένην μαγγανότζαγραν ἑτοιμάσαντες, βέλος κατ’ αὐτοῦ ἐπαφῆκαν, ὃ καὶ πρὸ τῶν ποδῶν τοῦ ἵππου αὐτοῦ πέπτωκεν· ἐφ’ ᾧ καὶ ὁ βασιλεὺς χαλεπήνας ὀργῇ μεγάλῃ κατὰ τού‐ των ἠρέθιστο. ἀλλ’ ὁ θεὸς καὶ ταύτην διεσκέδασε, κλόνῳ συσσείσας τὴν γῆν s. 498,27 sq.283

29

86,12 τὸ ἐν αὐτῇ φρούριον τὸ ἐπονομαζόμενον Φιλέρη‐ μον] τὰ ἐν αὐτῇ φρούρια, τήν τε Φιλέρημον καὶ τὴν Λίν‐ δον s. 499,15.

30

91,20 διά τε—Ξηροῦ] τόν τε Ναυπάκτου μητροπολίτην, Ἰωάννην τὸν Ξηρόν s. 502,7.

31

101,22 καὶ φθίνων ἐτύγχανε Φεβρουάριος] περίπου τὸν Φεβρουάριον μῆνα. καὶ ἡμέρας διέτριψεν ἐν αὐτῇ, τὴν ἀπὸ τῶν Ἀτάρων ἔχων πτοίαν καὶ ὅσα εἰς φυλακὴν αὐτῆς καὶ ἀσφάλειαν παντοίως διαπραττόμενος s. 504,16.

32

103,22 ἵν’ ὑπ’ αὐτῶν— 104,10 ὀρέξεσι.] ἐλεημοσύνην ὡς οὐδείς τις ἐπιμελόμενος, καὶ εὐποιΐαις χαίρων τῶν ἀπό‐ ρων καὶ ἐνδεῶν ὑπὲρ τοὺς πολλούς s. 505,25 sq.

33

104,23 ἐλπὶς— 105,17 πλείοσιν.] οὗτος ὁ ἀοίδιμος βασι‐ λεὺς τοῖς τὸ πρωτεῖον ἐσχηκόσιν ἐν τοῖς χρηστοῖς τῶν πρὸ αὐτοῦ βασιλέων ἀνθαμιλλώμενος, καὶ τὸ δευτερεῖον ἔν τισιν ὡς τὸν χρόνον δεύτερος δοκῶν ἔχειν, εἰ καὶ τοῖς πλείοσιν
5ἐξισούμενος ἀναφαίνεται, τῇ τε περὶ τὰ θεῖα εὐλαβείᾳ καὶ τῇ περὶ τοὺς ὑπηκόους κηδεμονίᾳ τὸ πρωτεῖον ἀσύγκριτον
ἀπηνέγκατο. τοὺς γὰρ τοῦ τῶν μοναστῶν τάγματος οὐ μόνον τοὺς διαφέροντας καὶ ὅσοι διαφανεῖς ἐξ ἀρετῆς πολ‐ λῆς τῆς αἰδοῦς ἠξίου καὶ τούτοις ὡς ἀνθρώποις θεοῦ284
10προσεφέρετο, ἀλλὰ καὶ πᾶσιν ἁπλῶς ὅσοι τὸ σχῆμα καὶ τὴν περιβολὴν ἐνεδέδυντο κατὰ μοναχούς, τοῖς ἀρχιερεῦσι δὲ καὶ ἱερωμένοις μικροῦ καὶ ὡς τῷ θεῷ συγγινόμενος ὁμιλῶν αὐτοῖς διετίθετο καὶ ἐνθουσιῶν καθωρᾶτο ὡς πρὸς θεὸν μεσίταις, ὅπερ καὶ ἦν, ἐντυγχάνων καὶ δι’ αὐτῶν ὃν οὐχ
15ἑώρακε καθορῶν. τίς δ’ ἂν ἀριθμήσαιτο, ὅσα τῶν ὑπ’ αὐ‐ τὸν προνοούμενος καθ’ ἑκάστην πόλιν, οὐχ ὅσαι μέγισται καὶ περιφανεῖς, ἀλλ’ ἤδη καὶ ὅσαι τῇ σμικρότητι καὶ ἀφανείᾳ μὴ πόλεις ἀλλὰ φρούρια εἰκότως κατονομάζονται, ὅσαι τε ἀνὰ τὴν ἕω καὶ τὴν δυσμικὴν χώραν, πρὸς σύστασιν αὐ‐
20τῶν καὶ ἀσφάλειαν διεπράξατο κτίσμασι κατοχυρώσας, ὡς πύργον ἐπὶ πύργῳ ἑδράσαι, καὶ στεφάνην ἐπὶ στεφάνῃ καὶ ἐπὶ περιβόλῳ ἀνεγεῖραι περίβολον, ἔτι τε ὅπλα ἀποθέσθαι παντοῖα καὶ τόξα καὶ βέλη καὶ θυρεούς τε καὶ θώρακας, ὄργανά τε πετροβόλα καὶ ἄλλα μηχανήματα, ὅσα πρὸς ἄμυ‐
25ναν ἐπερχομένων ἐχθρῶν; κατὰ δὲ τὰς μεγάλας τῶν πόλεων καὶ ἄνθρωποι ἦσαν τεχνῖται τῶν διαφόρων ὅπλων ἐπὶ μισθῷ, τόσα μὲν τόξα, τόσα δὲ βέλη, καὶ ἄλλα ὅσα κατ’ ἔτος ἐργαζόμενοι ὅπλα, καὶ ἐς δημοσίους οἴκους ἀποτι‐ θέντες καὶ ἀριθμὸν ὑπερβαίνοντα, ἵν’ ὅτε τούτων χρεία
30ἀνενδεῶς οἱ ἀμυνόμενοι ἔχοιεν. τὸ δὲ καὶ χωρία ἀναθεῖναι, ὡς ἂν τοὺς ἐκεῖθεν καρποὺς εἰσκομίζεσθαι καὶ εἰς σιτοβο‐ λῶνας εἴτουν ὡρεῖα ἐνθησαυρίζεσθαι εἰς χιλιάδας καὶ μυ‐ ριάδας μεδίμνων ἀριθμουμένους οὐ κριθῆς μόνον καὶ σίτου,
ἀλλὰ καὶ τῶν ἄλλων σπορίμων καὶ τῶν χρειωδῶν ἄλλως ἐν285
35ἀφορίας καὶ ἐνδείας καιρῷ, φυλαττόμενα καὶ τοῖς μὴ ἔχουσι τὸ ἐνδέον ἀναπληροῦντα βασιλικῇ πλουσίᾳ χειρί, τίνος ἔργον ἄλλου ἢ τοῦ αὐτοκράτορος τούτου κατόρθωμα, ἐφ’ ᾧ καὶ ἦν ὁρᾶν οἴκους ὅλους πεπληρωμένους κατὰ τὸ εἰρημένον, ἀπὸ σίτου, οἴνου τε καὶ ἐλαίου καὶ τῶν ἄλλων ἐκ γῆς χρει‐
40ωδῶν, ἀλλὰ καὶ τοὺς τῶν πόλεων πύργους σίτῳ καὶ κριθῇ καὶ κέγχρου σπέρματι βρίθοντας; ἐν δὲ τῇ κατὰ Λυδίαν Μαγνησίᾳ, ὅπου καὶ τὰ πλείω τῶν χρημάτων ἀπέθετο, τί τίς ἂν ἐζήτησεν ἀφ’ ὧν ἄνθρωποι χρῄζομεν, καὶ οὐχ εὑρὼν ἐκληρώσατο τὴν ἀπόλαυσιν, οὐ τῶν ἐν τοῖς ἡμετέροις τό‐
45ποις εὑρισκομένων ἀλλὰ καὶ ὅσα ἐνιαχοῦ τῆς οἰκουμένης, κατ’ Αἴγυπτόν φημι καὶ Ἰνδίαν καὶ ἀλλαχοῦ; ἀλλὰ καὶ βιβλιοθήκας κατὰ πόλεις συνήθροισεν ἐκ βίβλων πασῶν τεχνῶν καὶ ἐπιστημῶν, ἀπογραφὴν δὲ καὶ ἐξίσωσιν ἐν ταῖς χώραις ἅπαξ γενέσθαι προστάξας παρ’ ἀνθρώπων φοβεῖσθαι

33

(50)

τὸν θεὸν ἐπεγνωσμένων αὐτῷ, ἀφ’ οὗ καὶ τῆς τῶν ἐναν‐ τίων χειρὸς αὐτὰς ἠλευθέρωσε, παρ’ ὅλην αὐτοῦ τὴν ζωὴν ταύτην ἔστερξε. κἀκ τούτου τοῖς τε ὑποτελέσιν ἐπεγένετο πᾶσι πλουτῆσαι, καὶ οἱ τῶν στρατιωτικῶν καταλόγων καὶ τῶν μεγιστάνων τὸ σύστημα πολλαπλασίους τὰς ἐκ τῶν
55προνοιῶν καὶ τῶν κτημάτων εἶχον εἰσόδους καὶ τὰ εἰς διατροφὰς κεχορηγημένα τούτοις πληθύνοντα. ἵππων δ’ ἀγέλας καὶ βοῶν καὶ προβάτων τοσαύτας ἐκτήσατο καὶ κα‐ μήλων, ὡς μικροῦ καὶ στενὴν τὴν γῆν ἀπελέγχεσθαι ἐπὶ ταῖς τούτων νομαῖς. θησαυρούς τε συνῆξε μεγίστους καὶ
60πολλοὺς καὶ σωρείας χρημάτων ἐπισυνήγαγε, πόλεων ἐπὶ πολλῶν τούτους θησαυρίσας καὶ ἀποθέμενος. ἀλλὰ καὶ δόξαν ἡγεῖτο καὶ μέγα καύχημα ἐλογίζετο τὸ τοὺς ὑπηκόους πλουτοῦντας ἔχειν καὶ εὐθηνοῦντας ἐν ἅπασιν. ἔνθεν τοι καὶ πανταχοῦ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἔρις ἦν πᾶσιν,
65ὅστις ἂν ἐκ πόρων ἀκατακρίτων καὶ ἀμέμπτων πλείονα κτήσαιτο κτήματα καὶ βοσκήματα. εἴ τις εἶδε τὰς ἐκείνου σκηνὰς καὶ τῶν ὑπ’ αὐτόν, ὅτε καὶ ὁδὸν ἐποιεῖτό τινα ἐκστρατεύων καὶ διερχόμενος, καὶ τὰ ἱπποστάσια ὅπως μὲν μέγιστα, ὅπως δὲ καὶ πολλοὺς ἁμιλλητηρίους ἔτρεφον286
70ἵππους, καὶ πρὸς τὴν τῶν βρωτῶν καὶ ποτῶν ἀφθονίαν ἐπέβλεψεν, οὐκ οἶδα τίς ἂν οὗτος ἐτύγχανεν, ὃς μὴ θάμβει συνεσχέθη, εἰ καὶ πολλὰ ἐθεάσατο βασιλέων στρατόπεδα, καὶ τοῦτο μέγιστον καὶ ἀπαράμιλλον ἰδεῖν διεβεβαιώσατο. ποία πόλις καὶ χώρα καὶ δῆμος τίς τῶν ἐκείνου εὐεργεσιῶν
75οὐκ ηὐμοίρησε καὶ κοινῇ καὶ καθ’ ἕκαστον; νεὼς δὲ θεῖος ἀπὸ τῶν μικρῶν ἕως καὶ τῶν μεγάλων καὶ αὐτῶν δὲ τῶν σεμνείων καὶ τῶν μονῶν ἔστιν ὅστις ἄμοιρος τῶν αὐτοῦ φιλοτιμιῶν; ἦν γὰρ ἁπάντων ὡς οἰκονόμος κοινὸς προμη‐ θούμενος, οὐ μόνων τῶν ὑπὸ τὴν ἀρχὴν αὐτοῦ ἀλλὰ καὶ
80τῶν ὑπ’ ἄλλους ταττομένων. συμμαρτυρεῖ μοι τῷ λόγῳ ἥ τε τοῦ Σινᾶ σεβασμία μονὴ καὶ ὅσαι κατὰ τὴν Σιών, καὶ αὐτὰ δὲ τὰ πατριαρχεῖα, τό τε τῆς μητρὸς τῶν ἐκκλησιῶν Ἱερουσαλὴμ καὶ τῆς Ἀλεξανδρείας καὶ μέντοι καὶ τὸ τῆς Ἀντιόχου, καὶ μοναί, ἃς διὰ τὸ πλῆθος κατ’ ὄνομα λέγειν
85ἐῶ. ἀλλὰ καὶ ἐν τῇ Κωνσταντινουπόλει, τῶν τότε αὐτῆς ἀρχόντων Ἰταλῶν πολλὰς τῶν ἐν αὐτῇ ἐκκλησιῶν βουλευ‐ σαμένων καταστρέψαι πρὸς θεραπείαν τῆς ἐνούσης ἐνδείας αὐτοῖς, αὐτὸς δὴ χρήμασιν ἐξωνησάμενος σώους διαμένειν περιεποιήσατο· ἡ τῶν Βλαχερνῶν αὗται ἥ τε τῶν Ῥουφινι‐
90ανῶν καὶ ἡ ἐν τῷ ἀνάπλῳ τοῦ ταξιάρχου τῶν ἄνω δυνά‐ μεων. τὸν δὲ τῶν θεοκηρύκων ἀποστόλων ναὸν ἁγιώτατον ὑπὸ σεισμοῦ κινδυνεύσαντα βασιλικῶς ἐπεσκέψατο καὶ χρή‐
μασιν ἱκανοῖς ἀνακτισθῆναι πεποίηκεν. ἐπὶ τούτοις καὶ αἱ ἐν τῷ Ἄθωνι, ὃ καὶ Ἅγιον Ὄρος καλεῖται, θεῖαι μοναὶ καὶ287
95ὅσαι κατὰ τὴν Θεσσαλονίκην καὶ αὐτὴν δὲ τὴν Ἀττικὴν καὶ ἄλλαι, ἃς καὶ ἀριθμεῖσθαι οὔκουν ἔμοιγε ῥᾴδιον, τὴν αὐτοῦ πλουτοδότιν χεῖρα συναντιλαμβανομένην ἐγνώρισαν εἰς σύστασιν καὶ βοήθειαν. τοιοῦτος ἦν ὁ βασιλεὺς Ἰωάν‐ νης, τῶν δεομένων κοινὸς ἀντιλήπτωρ, καὶ οὕτω τὴν βασι‐

33

(100)

λείαν θεαρέστως διῴκησεν s. 506,6 SQQ.

34

105,20 πατρί] πατρί, καὶ ἐν τῇ παρ’ ἐκείνου νεουργηθείσῃ τῶν Σωσάνδρων ἐνσοριάσας πολυόλβῳ μονῇ s. 509,16 sq.

35

106,9 ἡ δόξα— 107,13 ἐκτελέσαντες.] ἡ δέ τινων δόξα, τοῦ βασιλέως καὶ μάλιστα, ἐπὶ τῷ Βλεμμύδῃ ἐτύγχανε Νικη‐ φόρῳ. ἦν δ’ οὗτος μέγας ἐπὶ σοφίᾳ, φιλόσοφος καὶ ὢν καὶ ὀνομαζόμενος, καὶ τοῦ βασιλέως ἐπὶ φιλοσοφίᾳ διδάσκα‐
5λος. οἱ πλείους δὲ πρὸς τὴν ἐκλογὴν ἀπηρέσκοντο καὶ ἐπὶ μᾶλλον ὁ τῶν ἀρχιερέων σύλλογος. ἠδημόνει οὖν ὁ βασι‐ λεύς, οἷα τῶν πάντων μὴ συμφωνούντων ἐπί τινι, ἀλλὰ τῶν μὲν τόνδε, τῶν δὲ ἕτερον προκρινόντων, καὶ ἀλλήλοις βουλευομένων ἀντίφωνα. διὸ καὶ ἔφησε πρὸς αὐτούς· ‘εἰ
10μὲν ἦν ἡμῖν κλήρους βαλεῖν, τάχ’ ἂν οὕτω τὸ τῷ θεῷ ἀρεστὸν διεκρίνομεν· ἐπεὶ δὲ τοῦτο οὐκ ἔνεστιν, ὅπερ ἔξεστι μετὰ πίστεως καὶ τῆς εἰς θεὸν ἐλπίδος ποιῆσαι ἡμᾶς χρή. ἀνοίξωμεν τοιγαροῦν εὐλαβῶς τὴν τῶν ἁγίων εὐαγγελίων βίβλον ἐφ’ ἑκάστου τῶν λεγομένων τούτων ἀνδρῶν, καὶ
15ὅσπερ ἂν ἡμῖν ἐκεῖθεν ἐκκαλυφθείη, ἔστω οὗτος ὡς θεο‐ πρόβλητος.‘ ἔδοξε τοῦτο τοῖς πᾶσι, καὶ μετὰ τῆς πρὸς θεὸν δεήσεως ἐν συντετριμμένῃ καρδίᾳ ἐγίνετο τὸ δόξαν κα‐ λόν. ἀνεῴγνυτο τοίνυν ἡ θεία βίβλος ἐπ’ ὀνόματι τοῦ φιλοσόφου Βλεμμύδου, ἀλλ’ ἦν ἄγραφος δι’ ὅλου ὁ χάρτης·288
20καὶ διὰ τοῦτο οὗτος ἠμέλητο. γέγονε καὶ εἰς τὸν ἕτερον τὸ αὐτό—ὁ τῆς Ἐφέσου δὲ ἦν ἀρχιερατικῶς προϊστάμενος Νικηφόρος—καὶ εὕρηται ‘οὐ τελεσφοροῦσιν‘, ὄπισθεν προσκειμένου εἰς τὴν τοῦ λόγου συνέπειαν τοῦ ‘συμπνίγονται‘ μετὰ καὶ τοῦ συνδέσμου τοῦ ‘καί‘. ἀνεῴχθη τοίνυν κἀπὶ
25τῷ τρίτῳ· παρεώραται γὰρ ἐκ τῶν γραφομένων καὶ ὁ δεύτερος ὥσπερ ὁ πρῶτος διὰ τὸ ἄγραφον ὥσπερ εἴρηται. ἐπεὶ δὲ ἀνέῳκται, ‘ὄνον καὶ τὸν πῶλον‘ ἐνέτυχον ἔχουσαν τὴν γραφήν, καὶ ἀπεδοκιμάσθη καὶ οὗτος· ὁ τῆς τῶν Σω‐ σάνδρων δὲ μονῆς καθηγούμενος ἐτύγχανεν Ἰωαννίκιος ὁ
30Κυδώνης. θλίψις ἐπὶ τούτοις εἷλε πάντας καὶ συνοχὴ καὶ αὐτὸν δὲ τὸν βασιλέα Θεόδωρον, ὃς καὶ πρὸς τοὺς παρόν‐ τας εἰρήκει· ‘τίς ἐξ ὑμῶν γινώσκει ἕτερον; εἰπάτω τοῦτον ἡμῖν.‘ καί τις ἔφη περὶ τοῦ Αὐτωρειανοῦ Ἀρσενίου. τότε ζητοῦσι καὶ περὶ τούτου ἀπὸ τῆς βίβλου μαθεῖν τὸ δοκοῦν
35τῷ θεῷ μετὰ συντριβῆς μείζονος τῆς καρδίας καὶ θείας τῆς ἐπικλήσεως. ἀνοίξαντες οὖν τὴν τῶν εὐαγγελίων καὶ πάλιν βίβλον εὑρίσκουσιν ‘αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.‘ ἐφ’ ᾧ καὶ πάντες ἐδόξασαν τὸν θεόν, καὶ μηδὲ ἰδόντες
αὐτοῦ ἐξεκρέμαντο καὶ ὡς ἐκ θεοῦ ποιμένα καὶ διδάσκαλον289
40κατωνόμαζον. ἦν δὲ οὗτος πατρὸς μὲν Ἀλεξίου τοῦ Αὐτω‐ ρειανοῦ, ὃς καὶ κριτὴς ἦν τοῦ βήλου καὶ θεῖος δικαστὴς πρὸ τοῦ ἁλῶναι παρ’ Ἰταλῶν τὴν βασιλίδα τῶν πόλεων, ἡ δέ γε μήτηρ αὐτῷ ἐκ τοῦ τῶν Καματηρῶν γένους κατήγετο. Γεώργιος δὲ εἶχεν ὄνομα, καὶ μοναχὸς ἀποκαρεὶς ἔτι σωζο‐
45μένης τῆς ἐν τῇ Ὀξείᾳ μονῆς Γεννάδιος μετωνόμασται, διὰ δὲ τὸν πατέρα Ἀρσένιον ἐξ Ἀλεξίου ὅτε τὰ μοναχικὰ ἐνε‐ δύσατο ἐπικληθέντα, ἄνδρα θεοῦ δοῦλον καὶ τοῖς πᾶσιν ἐπέραστον, Ἀρσένιος ὠνομάζετο, ὃ καὶ ἐπεκράτησε τούτῳ εἰς ὄνομα. ἐχρημάτισε δὲ καὶ τῆς Ὀξείας ἡγούμενος, καὶ

35

(50)

ἐπὶ τοῦ βασιλέως Ἰωάννου τοῦ Δούκα πρέσβις ἐξελέγη πρὸς τὸν πάπαν σταλῆναι μετὰ τῶν ἀρχιερέων τοῦ τότε Κυζίκου καὶ τοῦ Σάρδεων. τὰ πάντα δὲ παριδὼν τῷ ἐν τῇ τῆς Ἀπολλωνιάδος λίμνῃ σεμνείῳ ἑαυτὸν καθεῖρξε, θεῷ μόνῳ ζῆν καὶ γινώσκεσθαι προελόμενος, καὶ ξένια παρασχὼν ὡς
55ἂν ἐκφυγεῖν δυνηθείη τὸ τῆς Ὀξείας προΐστασθαι· ὅτε καὶ ὁ πατριάρχης Μανουήλ, ἐπεὶ μὴ ἐπείθετο τὴν τῆς Ὀξείας ἐπικρατεῖν, οὕτως εἴρηκε πρὸς αὐτόν· ‘πατριαρχεῖον ζητεῖς,‘ ἐντρέψαι τοῦτον βουλόμενος τοῦ κατὰ σκοπόν. τοῦτον μα‐ θὼν ὁ βασιλεὺς ἔν τινι τῶν κατὰ τὴν Ἀπολλωνιάδα λίμνην
60νησιδίων διάγειν, γραμμάτων ἔχοντα εἴδησιν—ἐφήψατο καὶ γὰρ τῆς γραμματικῆς παιδείας καὶ τῶν ἐγκυκλίων μαθημάτων ἐν πείρᾳ γέγονεν ὅσον ἃ ἀναγινώσκει γινώσκειν καὶ μὴ κλονεῖσθαι τοῖς περὶ ταῦτα κομψοῖς—ἐκ νεότητος τὸν ζυγὸν τοῦ μονήρους βίου ἀράμενον καὶ μαρτυρούμενον
65ὑπὲρ πολλοὺς καὶ τῶν δοκούντων προκόπτειν ἐν ἀρεταῖς,
ὡς εἶχε τάχους στέλλει τοὺς αὐτὸν ἄξοντας. καὶ ὃς ἀφί‐ κετο. ἐπεὶ δὲ τὴν ἀπὸ τῆς Νικαίας ὁ βασιλεὺς ἔξοδον ἔσπευδε, τῇ τῶν ἀρχιερέων ὁμηγύρει κοινωσάμενος καὶ συμφωνοῦντας εὑρὼν διὰ τάχους χειροτονῆσαι προστάττει290
70πατριάρχην αὐτόν. οἳ καὶ οὑτωσὶ διεπράξαντο, ἐν μιᾷ ἑβδο‐ μάδι διάκονον καὶ πατριάρχην αὐτὸν ἐκτελέσαντες. Τότε καὶ τὸν τοῦ χριστομάρτυρος ἤρξατο Τρύφωνος κτίσαι ναὸν καὶ εἰς ὃ νῦν ὁρᾶται κάλλος καὶ μέγεθος ἤγαγε· καὶ σχολεῖα γραμματικῶν καὶ ῥητόρων ἔταξεν ἐν αὐτῷ, δι‐
75δασκάλους ἐπιστήσας καὶ μαθητὰς ἀποτάξας, ἐκ βασιλικῶν θησαυρῶν τὰ σιτηρέσια τούτους ἔχειν διορισάμενος φιλο‐ τίμως. ἦν δὲ ὁ τοῦ μάρτυρος Τρύφωνος ναὸς πρότερον ἐκ χωματίνων πλίνθων ἐσκευασμένος, καὶ κάτω που τῆς γῆς κείμενος ὑπόγεως, ὡς ἐλλιμνάζειν ἐν τῷ ἐδάφει τούτου
80καὶ ὕδωρ καὶ διὰ τοῦτο ἀποτρέπεσθαι τοὺς πολλοὺς καὶ τὴν ἐς αὐτὸν εἴσοδον s. 509,27 sq.

36

110,18 ἄλλοι— 20 ἁλωθῆναι] ὁ δὲ πεποθημένος τῷ βασι‐ λεῖ Μουζάλων, τὴν τοῦ μεγάλου δομεστίκου δύναμιν περιε‐ ζωσμένος, τὴν βασιλικὴν περαίωσιν συνεβούλευε, καὶ ἄλλοι δὲ τῶν ἐπιφανῶν τῇ τούτου γνώμῃ συνῄνουν s. 514,3 sq.

37

111,3 POST κίνησιν ADD.] ἡνίκα καὶ τὸν μάρτυρα Τρύ‐ φωνα, ὡς ἔλεγε, καθ’ ὕπνους τεθέαται προτρέποντα τὴν
περαίωσιν, ὃν κἀν ταῖς δυσχωρίαις, ὡς διεβεβαιοῦτο, ὕπαρ οὐκ ὄναρ πολλάκις ἑώρακε τῶν δυνάμεων προηγούμενον291
5s. 514,8 sq.

38

111,7 Ἑλλήσποντον] Ἑλλήσποντον, καταλιπὼν εἰς τὴν ἕω τὸν μέγαν δομέστικον s. 514,14.

39

125,11 καλῶς— 16 Λάμψακον] ὁ δὲ περὶ τὰ τῶν Πηγῶν μέρη ἐν τόπῳ, ὃς τοῦ Μάμαντος λέγεται, σκηνουμένῳ συμ‐ βέβηκε τῷ βασιλεῖ, ἄξιον παραδοῦναι γραφῇ. ἡμέρα ἦν ἡ πρώτη τῶν ἡμερῶν, ἡ τοῦ ὄρθρου δὲ ἀκολουθία ἐτελεῖτο
5παρὰ τοῦ κλήρου, καὶ πρὸς τέλος ἦν, ὅτε καὶ τῶν ἀρχόντων ἔθος πρὸς βασιλέα τοὺς πλείους εἰσέρχεσθαι· καὶ εἰσῆλθον, καὶ προσκυνήσαντες ἔστησαν. ἐπεὶ δὲ καὶ πρὸς τὸ εἰπεῖν τὸ εὐαγγέλιον ὁ πρεσβύτερος ἦν, τότε πέρδιξ διωκόμενος παρὰ ἱέρακος τῆς σκηνῆς ἔνδον εἴσεισι, καὶ τοὺς πάντας
10παραδραμὼν ὑπὸ τοὺς πόδας τοῦ βασιλέως εἰσῆλθεν, ὁ δὲ διώκων αὐτὸν ἱέραξ τῆς σκηνῆς ἄνω ἐκάθισε. καὶ ὁ βασι‐ λεὺς ‘βλέπετε τὸν πέρδικα‘ ἔφη ‘τοῦτον· οὗτος ὁ τῶν Περ‐ σῶν σουλτάνος ἐστὶ καὶ μέλλει καταφυγεῖν πρὸς ἡμᾶς, ὃν καὶ ἀποκαταστήσομεν εἰς τὰ ἴδια· ὁ δὲ διώκων αὐτὸν ἱέραξ
15εἰσὶν οἱ Ἄταροι. ἄφετε τοίνυν τὸν πέρδικα εἰς τὰς οἰκείας βαδίσαι νομάς, τὴν δὲ τοῦ ἱέρακος κεφαλὴν ἀποτμηθῆναι κελεύω.‘ ὃ καὶ ἐγένετο καὶ εἰς ἔργον ἐκβέβηκε τὸ ῥηθέν. οὕτω μὲν οὖν τὴν εἰς τὰ τῆς δύσεως μέρη ὁ βασιλεὺς
ἔτρεχε μετὰ πολλῆς στρατιᾶς κτλ. s. 522,14 sq.292

40

126,14 Σκύθαι.] Σκύθαι. εἴασε μὲν γὰρ τούτους ὁ βα‐ σιλεὺς διάγειν ὅπου καὶ ἔταξεν, ὡς δεδήλωται, αὐτοὶ δὲ περὶ τὰ Θρακῷα μέρη τῆς Ἀδριανοῦ ἀπελθόντες εἰς τόπον, ὃν Βαρσακινὰς οἱ ἐπιχώριοι λέγουσιν, ἐκεῖ κατὰ κράτος ἡτ‐
5τήθησαν s. 523,21 sq.

41

126,18 ἔνθα—ἔλεγον] καὶ γὰρ οἱ βάρβαροι διελθόντες τὴν τῆς Ῥαιδεστοῦ χώραν, τῆς Ἡρακλείας τε καὶ Βιζύης καὶ τῶν πέριξ, πολλοὺς μὲν αἰχμαλωτίσαντες, πολλὴν δὲ καὶ λείαν συναγαγόντες, νόστου ἐμέμνηντο s. 523,28 sq.

42

126,25 ἀποτυχὼν—ταύτης] ἀλλὰ καὶ μοῖραν τῆς στρα‐ τιᾶς παραδοὺς τῷ τε ἐπὶ τοῦ κεράσματος Γεωργίῳ τῷ Νε‐ στόγγῳ καὶ τῷ Σκύθῃ Κλεόπᾳ ἔπεμψε κατ’ αὐτῶν. οἳ καὶ περὶ ποταμὸν τούτοις συμμίξαντες τοὺς πλείους τούτων
5διεχειρίσαντο, οὐκ ὀλίγοις δὲ καὶ τὸ τοῦ ποταμοῦ τάφος ἐγένετο· οἱ δ’ αἰχμάλωτοι λυτρωθέντες οἴκοι ἐβάδισαν, ἀράμενοι καὶ ἃ ἦσαν ἀφῃρημένοι· οἱ γὰρ Σκύθαι τὴν πᾶσαν λείαν ἀπέλιπον. οὕτω γοῦν διανύσας ταῦτα κτλ. s. 524,5 sq.

43

127,23 ἀπόλυσιν.] ἀπόλυσιν, ἀφ’ οὗ καὶ τὴν τῶν βαρ‐ βάρων δίωξιν ἐποιεῖτο· ἡμέρα δὲ ἦν καθ’ ἣν τὴν μνήμην τελοῦμεν τῶν κορυφαίων ἀποστόλων Χριστοῦ, Πέτρου καὶ Παύλου, κατὰ τὸ τέλος τοῦ Ἰουνίου μηνός, ἕως καὶ ὁ Αὔ‐
5γουστος ἤδη παρέδραμε s. 525,1 sq.

44

133,7 POST ἥπτετο ADD.] ἤκουσε γὰρ ἔρχεσθαι πρὸς αὐ‐ τὸν τὴν βασίλισσαν Θεοδώραν, τὴν τοῦ δεσπότου Μιχαὴλ σύζυγον· ἣ καὶ καθ’ ὁδὸν τούτῳ ὑπήντησε περὶ τὸ Βολερὸν ἐν τῇ χώρᾳ τοῦ Λεντζᾶ, ὅπου καὶ τὴν ὕψωσιν τοῦ ζωο‐293
5ποιοῦ σταυροῦ ἑωρτάσαμεν, ἐκεῖσε τρεῖς ἡμέρας ἐγκαρτε‐ ρήσαντες s. 526,24 sq.

45

134,2 POST ἐγένετο ADD.] ἐγένετο δὲ τῷ τότε καὶ τέρας θαυμάσιον. τοῦ γὰρ βασιλέως διερχομένου τὸ στρατόπεδον, ἡλίου ἐπιλάμποντος, ἡ μικρὰ τοῦ βασιλέως σημαία, ἣν ἔθος ἐν ταῖς ἐκστρατείαις τῆς βασιλικῆς προόδου ἔμπροσθεν μετὰ
5καὶ τοῦ θυρεοῦ φέρεσθαι, αἴφνης ὑπὸ τοῦ πνεύματος ἐκ τοῦ δόρατος ἀποσπασθεῖσα, καὶ ταῦτα πεπεδημένη καλῶς, εἰς ὕψος ἤρθη πολύ, ὅσον μόλις που φαίνεσθαι, καὶ μετὰ βραχὺ πίπτει πρὸς γῆν. καὶ ἐπὶ τῇ θέᾳ ταύτῃ πολλοὶ πολλὰ ἔλεγον s. 526,14 sq.

46

134,6 POST ἐκπεπλήρωκεν ADD.] τοῦ πατριάρχου Ἀρσε‐ νίου ἐπιδημήσαντος καὶ τούτους τελέσαντος s. 527,6.

47

143,23 Ὁ μὲν— 144,2 χωρεῖ.] ὁ δὲ βασιλεὺς περὶ τὴν τοῦ Δεκεμβρίου ἀρχὴν διαπεραιωθεὶς τὸν Ἑλλήσποντον, τὴν μὲν ἑορτὴν τῆς Χριστοῦ γέννας ἑώρτασε κατὰ τὰ Σύρροια, ὡς εἶχε τάχους κατὰ τὰ τῆς Λυδίας μέρη καὶ τὰς Σάρδεις τὴν
5πορείαν ποιούμενος, συχνὰ μηνύματα πρὸς τοῦ περσάρχου δεχόμενος, ὡς ἔρχεται πρὸς αὐτόν· καὶ ἤθελεν ἑνωθῆναι τούτῳ ἐκεῖ. ὅτε οὖν εἰς τὸν Κάλαμον ἤλθομεν, ἔνθα
καὶ φρούριον ὁ Καβαλλάρης λεγόμενον, ἀμηρᾶς ἔφθασε βεβαιῶν τὴν τοῦ σουλτάνου ἐπιδημίαν περὶ τὴν Τρίπολιν.294
10εἰς τὴν τοῦ Ἀπολλωνίου τοιγαροῦν καταλύσαντες χώραν καὶ τῇ ἑξῆς τὴν τῶν φώτων τελέσαντες δεσποτικὴν ἑορ‐ τήν, τῇ μετ’ αὐτὴν τὸ τοῦ στρατοῦ πλῆθος καὶ τὴν ἀπο‐ σκευὴν εἰς τὸν κάμπον τῆς Μαγνησίας ἀποπέμψας, ὁ βασι‐ λεὺς ὀλίγους παραλαβὼν αὐτὸς εἰς τὰς Σάρδεις ἀφίκετο.
15κἀκεῖ τὸν σουλτάνον ἐλθόντα φιλοφρόνως καὶ ἀσμένως ὡς ἦν δέον ἀποδεξάμενος μετ’ αὐτοῦ εἰς τὴν Μαγνησίαν, ὅπου καὶ τὰ στρατεύματα, ἦλθε. τοσοῦτον δὲ τὸ τῶν στρατευμά‐ των πλῆθος, ὡς ἀπὸ τοῦ τόπου, ὃς δὴ Χλέρα λέγεται, μέχρι καὶ τῶν στενῶν τοῦ ποταμοῦ ἐκτείνεσθαι τὸ στρατό‐
20πεδον s. 530,12 sq.

48

144,11 POST ἀπεχαρίσατο ADD.] καὶ τὸ τῶν Χωνῶν καὶ δύο περὶ αὐτὰ φρούρια, τήν τε Σάκαιναν ὀνομαζομένην καὶ τὴν Ὑψηλήν s. 531,5 sq.

49

144,14 οὐδὲ—φυλάττεσθαι] τοῦ βασιλέως ἀντιχαρισα‐ μένου τῷ δόντι ταῦτα αὐτῷ s. 531,9.

50

153,8 ἐν τῷ τέλει— 11 ἐξομολόγησιν] προσκαλεῖται τὸν πατριάρχην Ἀρσένιον καί φησιν· ‘ὦ δέσποτα, ἐγὼ μὲν ἐπὶ τῆς σῆς ἁγιότητος εὐλαβοῦμαι θριαμβεύειν ἀμέσως τὴν αἰσχύνην τῶν ἔργων μου· εἴπερ οὖν δοκεῖ σοι, διὰ προτρο‐
5πῆς σου ἑνὶ τῶν ἀρχιερέων ἀνακαλύψω τὰ πεπραγμένα μοι, καὶ ὁ ἀρχιερεὺς οὗτος ἀναγγελεῖ σοι ταῦτα, καὶ οὕτως ποι‐ ήσεις μοι τὴν συγχώρησιν.‘ ‘καὶ τίνι βούλει προτρέψω;‘ ὁ πατριάρχης ἀντέφησε· ‘τοῦτο γὰρ τῆς σῆς θελήσεως ἤρτη‐ ται, καὶ ὃν ἂν βούλοιο, εἰπέ.‘ καὶ ὁ βασιλεὺς τὸν τῆς295
10Μιτυλήνης, ἄνδρα σεμνοῦ βίου καὶ ἀρετῆς ἐργάτην, ἀρχιερέα προέκρινεν, οἷα συνήθη αὐτῷ. τοῦτον οὖν μετακαλεσάμε‐ νος ἐξομολόγησιν κτλ. s. 533,30 sq.

51

153,19 τοῖς τῆς— 20 βιώσας καὶ] ἐπεὶ δὲ καὶ ἐξωμολο‐ γήσατο, πρὸς τὸν πατριάρχην τὸν Μιτυλήνης ἔπεμψεν ἀνα‐ καλύψαι τὰ αὐτοῦ σφάλματα. καὶ μετὰ τοῦτο καὶ αὐτὸν καὶ τὸν πατριάρχην ἐλθεῖν πρὸς αὐτὸν κέκληκε κατὰ τὴν
5ἑξῆς, οὗ καὶ γενομένου, ὡς ὁ πατριάρχης μοι διηγήσατο, τὰ ὅμοια πρὸς αὐτὸν δράσας καὶ τῶν ποδῶν τούτου ἐπιλαβόμενος, πλέον ἢ πρότερον τὴν γῆν τοῖς ἑαυτοῦ δά‐ κρυσιν ἔβρεξεν. οὕτω τε λαβὼν ἀφέσιμον γράμμα, ὀλίγον ἐπιβιούς, τὸ μοναχικὸν σχῆμα ἐδέξατο, καὶ τὴν ἐπὶ γῆς
10παρερχομένην βασιλείαν καταλιπὼν πρὸς τὴν ἐν οὐρανοῖς μετέστη, τὴν ἀΐδιον καὶ ἀθάνατον κτλ. s. 534,15 sq.

52

154,9 POST νοσήματι ADD.] τούτου τοῦ βασιλέως Θεο‐ δώρου οἱ πολλοὶ μὲν θαυμάζουσι τὸ κατὰ φιλοσοφίαν ἀσύγκριτον καὶ τὸ τῆς φρονήσεως ὡς ἀληθῶς ἀπαράμιλλον, ἄλλοι τὸ περὶ τὰς στρατηγίας δόκιμον καὶ θερμουργὸν καὶ
5τὸ ὅλον ἀρεϊκόν, δι’ οὗ τοὺς ἐναντιουμένους ἐπτόησεν ἁπαξ‐ άπαντας καὶ κατετροπώσατο, καὶ οὐ μόνον τοὺς γείτονας Πέρσας σὺν τῷ αὐτῶν ἄρχοντι εἰς προσκύνησιν ἤγαγεν ἑαυ‐ τοῦ, πᾶν ὃ ἦν αὐτοῖς ὕλης τιμίας μικροῦ δουλικῶς προσ‐ κομίζοντας, ἀλλὰ καὶ Ἄρραβας καὶ τῆς Αἰγύπτου τὸν296
10δυναστεύοντα δῶρα τούτῳ μέγιστα στέλλειν ἐκ φήμης μόνης παρέπεισεν. εἰσὶ δ’ οἳ καὶ τὸ φιλότιμον καὶ μεγαλόδωρον καὶ πλουτοποιὸν τῆς αὐτοῦ δεξιᾶς ἐκθειάζουσιν, ἕτεροι δὲ ἕτερα τῶν αὐτοῦ θεοσδότων πλεονεκτημάτων, πολλῶν ὄντων καὶ μεγάλων, ἐκπλήττονται καὶ ὑπερεξαίρουσι. τοὺς γὰρ τοῦ
15πατρὸς καὶ βασιλέως διατηρήσας τύπους ἐν πᾶσιν ὅσοις τὸ προμηθὲς ἐκείνου ἐδείκνυτο, ἐν πολλοῖς ἐπὶ πλέον τὸ κηδε‐ μονικὸν καὶ φιλότιμον ὑπερηύξησεν. ἐγὼ δὲ τὴν περὶ τὴν ἐπίδοσιν τοῦ λόγου καὶ τῶν ἐπιστημῶν τῆς σοφίας σπουδὴν αὐτοῦ ἀνυμνῶν, καὶ ὅπως ἐφίλει τοὺς λογίους καὶ μεθ’
20ὅσης φιλοφροσύνης ἐνδιαθέτως ἔστεργεν ἐννοούμενος, οὐκ ἔχω τίνι τῶν περὶ τοῦτο ἐσπουδακότων παραλληλίσω· ἑνὸς γὰρ σοφοῦ συνουσίαν ἀνδρὸς οὐδ’ αὐτὴν τὴν βασιλείαν ἔκρινεν ἰσοστάσιον. καὶ βίβλους δὲ συνηγάγετο, οὐδ’ ὅσας ὁ ἐπὶ τούτῳ μεγαλυνόμενος Πτολεμαῖος, παντοίων τεχνῶν
25τε καὶ ἐπιστημῶν, καὶ ταύτας ταῖς πόλεσιν ἐναποτιθεὶς τοῖς βουλομένοις εἰς ἀνάγνωσιν καὶ τῶν ἐν αὐταῖς σπουδασμά‐ των ἀνάπτυξιν ἐθέσπισε μεταδίδοσθαι· ἐφ’ ᾧ καὶ τὰ τοῦ λόγου, εἰς τὸ μηδὲν σχεδὸν καταντήσαντα ἐκ τῆς καταστρο‐ φῆς τῆς βασιλίδος τῶν πόλεων, ἐπὶ τούτου αὔξεσθαι ἤρξατο
30καὶ ἐπὶ μείζω προέκοψεν, ὡς ἑκασταχῇ τῶν Ῥωμαϊκῶν χω‐
ρῶν τε καὶ πόλεων χορείας σοφῶν καθορᾶσθαι καὶ Μουσῶν συνίστασθαι θέατρα, καὶ πάντα σχεδὸν τόπον ἀγοραῖς πλή‐ θειν ἐλλογίμων ἀνδρῶν, ἐπιστημονικῶν ζητημάτων παρα‐ θέσεις καὶ ἀντιθέσεις ἀσχολουμένων καὶ πονουμένων ἐπὶ297
35λογικὰς προτάσεις καὶ συμπεράσματα. ἀλλ’ ὢ τῆς κοινῆς δυστυχίας· ὁ τοιοῦτος βασιλεὺς οὐδ’ ὅλα τέσσαρα ἔτη ὁλό‐ κληρα ἐπιβεβιωκὼς τῇ αὐτοκρατορίᾳ, ὡς εἴρηται, τὸ φυσι‐ κὸν χρέος ἀπέτισε, πολὺν πόθον αὐτοῦ καὶ μετὰ τὴν τοῦ γεηροῦ σκήνους ἐκδημίαν ἅπασι καταλελοιπώς, καὶ μάλισθ’
40ὅσοις τῶν αὐτοῦ χαρίτων γεύσασθαι ὁπωσδήποτε συμβέβηκε ἢ τῶν κατ’ αὐτὸν ἀκροάσασθαι, ὥσπερ δῆτα κἀμοί s. 535,5 sq.

53

155,16 συνάμα— 19 ναοῦ.] ὥρμησε τοῦ ναοῦ ἐξιέναι· ἔνδον γὰρ ἦν τῆς θείας μυσταγωγίας τελουμένης ἐπακροώ‐ μενος. ἀλλά τινες τῶν τῆς βουλῆς ἐκείνης συμπαρόντες αὐτῷ, δείσαντες μὴ ἐξιὼν καὶ ἐποχηθεὶς ἐντρέψῃ καὶ πρὸς
5ἑαυτὸν ἐφελκύσηται τὸν λαόν, κἀντεῦθεν καὶ αὐτοὶ φωρα‐ θεῖεν, πρὸς ὁρκωμοσίας ἑτέρας ἐχώρουν· ἤδη γὰρ τοῦ βασι‐ λέως πρὸς ἐσχάτας ἀναπνοὰς ὄντος, τῆς αὐτοῦ διαθήκης εἰς ἐπήκοον πάντων ἀναγνωσθείσης, ὀμνύουσιν ἅπαντες φυλάξαι τὰ διατεταγμένα ἀπαραποίητα, εἶτα καὶ μετὰ τὸ
10ἀποβιῶναι ὀμνύουσιν ἐπὶ τοῖς αὐτοῖς· τρίτον οὖν ὅρκοις
καὶ συνθήκαις ἐμπεδωθέντες πείθουσι τὸν πρωτοβεστιάριον ἔνδον ἵστασθαι τοῦ ναοῦ συνάμα τῷ ἀδελφῷ Ἀνδρονίκῳ, τῷ μεγάλῳ δομεστίκῳ, καὶ τῷ πρώτῳ αὐτῶν ἀδελφῷ, τῷ πρωτοκυνηγῷ s. 537,8 sq.298

54

156,21 πατριάρχης] πατριάρχης ἐκ τῆς Νικαίας ἐλθὼν s. 537,30.

55

176,5 βαπτίσματος— 8 τελουμένων] φωτίσματος, καθ’ ἣν οἱ τῶν Βουλγάρων ἄρχοντες μάλιστα λαμπρύνονται, τὰ βασιλικὰ σημεῖα, ἅπερ τοῦ βασιλέως Ἰσαακίου ἀπεκέρδησαν, εἰς τὸν θρίαμβον προσφερόμενοι s. 547,30 sq.

56

176,24 προπατριαρχεύσαντα— 180,15 βασιλέως.] πατριάρ‐ χην Ἀρσένιον, τοῦ μετὰ τὴν ἐκβολὴν αὐτοῦ Νικηφόρου τοῦ ἀπὸ Ἐφέσου μετατεθέντος τὴν ζωὴν ἐκμετρήσαντος, μηδὲ εἰς ὅλον ἐνιαυτὸν τοῦ θρόνου ἀπολαύσαντος. ὁ δὲ Ἀρσέ‐
5νιος οὗτος πρὸς τοῦ βασιλέως Θεοδώρου εἰς τὸν πατριαρχι‐ κὸν θρόνον προβεβλημένος, ὡς λέλεκται, ἀνὴρ καὶ εἰς λόγον καὶ εἰς πρᾶξιν πανευφυέστατος, καὶ μάλιστα τὸν ἐκ φύσεώς πως προβαλλόμενος· τοῦ γὰρ ἐκ παιδείας μικρόν τι μετέσχεν, ὀλίγα τινὰ τῶν ἐγκυκλίων φιλοσοφήσας τοῦ μὴ δοκεῖν ἀπεί‐
10ρως τῶν τοιούτων ἔχειν, μηδὲ ἀγνοεῖν ὧν ὑπεριδεῖν ἐδοκί‐ μασε, τῷ δὲ βέλει τοῦ πρὸς θεὸν ἔρωτος τρωθεὶς ἐκ νεότητος τὴν ψυχὴν πᾶσι χαίρειν εἰπὼν τοῖς κατὰ κόσμον, ὧν οὐκ εὐχερῶς ἔχουσιν οἱ πλείους ἀφίστασθαι, τὸν μονήρη βίον προείλετο. οὗτος τὴν αὐτοκρατορικὴν τῷ Μιχαὴλ ἀπεπλή‐
15ρου στεφηφορίαν. ἐπεὶ δ’ οὐχ ἑώρα τοῦτον ταῖς ἑαυτοῦ συμβουλαῖς καθυπείκοντα, πρὸς διαφορὰς μετ’ αὐτοῦ ἦλθε, καὶ δύσνους εἶναι περὶ τὸν βασιλέα αἰτίαν γραφεὶς τοῦ θρόνου ἀπηλάθη. σὺν αὐτῷ δὲ καὶ ὁ Σάρδεων Ἀνδρόνικος καὶ ὁ Θεσσαλονίκης Μανουὴλ διὰ τὴν αὐτὴν αἰτίαν τὰ
20αὐτὰ καὶ αὐτοὶ πεπονθότες καὶ τῶν ἐκκλησιῶν αὐτῶν ἐξω‐ στρακίσθησαν. ἀλλ’ ὁ μὲν Σάρδεων, ὅτε ὁ βασιλεὺς κατὰ τῶν ἐν τῇ Κωνσταντίνου ἐστράτευε καὶ ἐγγὺς αὐτῆς τὰς ἐπαύλεις ἐποιεῖτο, τότε τὰ τῶν μοναχῶν ἐνεδύσατο παρὰ τοῦ Φιλαδελφείας Ἰωαννικίου. ὡς γὰρ διηνώχλει τὸν βα‐299
25σιλέα ἐπιδημῆσαι τῇ τῶν Παφλαγόνων—ἐκεῖθεν καὶ γὰρ ὥρμητο—ὁ βασιλεὺς τὸ στρεβλόνουν αὐτοῦ ἐπιστάμενος οὐκ εἴα τοῦτον ἐκεῖσε ἀφῖχθαι· σκοπὸς γὰρ ἦν αὐτῷ τὰ τῶν Παφλαγόνων διαταράξαι τῇ περὶ τὸν βασιλέα δυσνοίᾳ. ὁ δὲ βασιλεὺς ἔλεγε πρὸς αὐτόν· ‘μητροπολίτης Σάρδεων
30κεχειροτόνησαι, καὶ δεῖ σε τοῖς τῶν Σάρδεων μέρεσιν ἐμφι‐ λοχωρεῖν.‘ τότε οὖν, μὴ ἔχων ὅ,τι καὶ δράσειε, τὸν μονήρη βίον προείλετο. ὁ δὲ Θεσσαλονίκης ἐξιὼν τῆς Νικαίας περὶ τὰ ἐγγύς που διέτριβε, καὶ ὁ πατριάρχης Ἀρσένιος, ἐξελθὼν καὶ αὐτὸς τῆς Νικαίας, ἔν τινι σεμνείῳ ἑαυτὸν ἐγκαθεῖρξεν.
35ἐντεῦθεν συνελθόντες πάντες οἱ ἀρχιερεῖς περὶ τὴν Λάμψα‐ κον, ψήφῳ αὐτῶν καὶ προσταγῇ βασιλέως τὸν τῆς Ἐφέσου Νικηφόρον εἰς τὸν πατριαρχικὸν θρόνον μετήνεγκαν. ἐπεὶ δὲ οὗτος οὐδ’ ἐν ἐνιαυτῷ τούτῳ προσμείνας τῶν τῇδε ἀπῆλθεν, ὁ σεβαστοκράτωρ ὁ Τορνίκης τὸν βασιλέα ἠνάγ‐
40καζε, τὸν Ἀρσένιον εἰς τὸν πατριαρχικὸν θρόνον καὶ αὖ‐ θις ἀναγαγεῖν, θαύματά τινα καὶ τεράστια ἐνεργούμενα παρὰ τοῦ Ἀρσενίου διηγούμενος. ἀνήχθη οὖν καὶ αὖθις εἰς τὸν θρόνον τὸν πατριαρχικὸν ὁ Ἀρσένιος. Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος, ἐρῶ τι περὶ τοῦ πα‐
45τριάρχου Ἀρσενίου βραχύ. οἱ τοῦτον δύσνοιαν περὶ τὸν βασιλέα ἔχειν αἰτιασάμενοι ἢ ἀγνόημα ἠγνόησαν μέγιστον
ἢ διαβολῆς ἀπελέγχονται· τῶν γὰρ δύο πάντως ἦσαν νο‐ σοῦντες τὸ ἕτερον. ἐγὼ γὰρ ἐπὶ χρόνοις τούτῳ παρηκολου‐ θηκὼς καὶ τῶν πρακτέων καὶ πρὸς βουλῆς κεκοινωνηκὼς300

56

(50)

καὶ νύκτα καὶ καθ’ ἡμέραν συνὼν ὡς ὁμόστεγός τε καὶ ὁμωρόφιος οὐδέποτέ τι τοιοῦτον ἐνόησα, ὡς οἶδεν ὁ ἐν οὐρανοῖς μάρτυς πιστός. ἀλλ’ ἀρχιερεὺς καὶ διδάσκαλος τυγχάνων κατὰ θεὸν καὶ ποιμὴν ἀληθῶς ἐβούλετο τοὺς τοῦ ποιμνίου πάντας εὐλαβεῖς εἶναι, καὶ παρεκάλει πρὸς
55τοῦτο. ἐπεὶ δὲ οὐ προέκοπτον κατ’ ἀρετήν, ἀλλὰ καὶ τὴν θείαν μῆνιν ἐπεσπῶντο διὰ τῆς παραβάσεως τῶν συχ‐ νῶν καὶ φρικτῶν ὁρκωμοσιῶν, αἳ τῷ τότε προέβησαν, καὶ μετάμελος οὐκ ἦν ὥσπερ ἔδει, παθαινόμενος τὴν ψυχὴν βαρὺς ἐδόκει, μετάνοιαν εἰς σωτηρίαν δι’ ὧν ἐποίει καὶ
60ἔλεγεν ἀπαιτῶν· ζηλῶν γὰρ ἦν ὑπὲρ τοῦ καλοῦ καὶ ἐλέγχων τοὺς ἁμαρτάνοντας πρὸς διόρθωσιν. διὰ τοῦτο καὶ βουλό‐ μενος πολλάκις παραιτήσασθαι, τὸ ‘ἐν λαῷ ἀπειθεῖ‘ λέγων ‘σῶζε τὴν σαυτοῦ ψυχήν,‘ καὶ ὅλος τούτου γινόμενος ἐκω‐ λύετο πρὸς τῶν τότε πνευματικῶν ἀνδρῶν, ἀντιτιθέντων
65τὸ ‘οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ‘ καὶ τὸ ἀποστολικὸν ‘οὔπω μέχρις αἵματος ἀντικατέστησε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοσ‘. s. 548,14 sq.

57

188,27 τοῦτο— 189,8 καιρός] καὶ ταῦτα μὲν ἐτελέσθησαν
οὑτωσί. ἡμῖν δὲ καιρὸς ἤδη καταπαῦσαι τὰ τῆς ἀφηγήσεως ἐνταυθοῖ· τὰ γὰρ ἑξῆς, μεγάλα καὶ πολλὰ ὄντα, οὔμενουν καὶ τὸν καιρὸν ἔχουσι συνᾴδοντα πρὸς διήγησιν· πέλαγος301
5γὰρ αὐτίκα μέγα ἐξήπλωται κομιδῇ ὑποθέσεων ὅσαι τε κοσμικαὶ καὶ ὅσαι τῆς ἐκκλησίας ἐξήρτηνται. ἐμοὶ δὲ καὶ διὰ τὸ γῆρας καὶ τὴν ἐφεστῶσαν τοῦ χρόνου κατάστασιν, ἔτι δὲ καὶ τῶν ῥηθησομένων τὸ μέγεθος ὅ τε νοῦς ἀμη‐ χανεῖ καὶ τὸ σῶμα ναρκᾷ, ταῖς ἀλλεπαλλήλοις πολιορκούμε‐
10νον νόσοις· ἀλλὰ καὶ ἡ χεὶρ πρὸς τῇ ἐμφύτῳ ψυχρότητι καὶ τὴν καιρικὴν ἐπιτιθεμένην εὑρίσκουσα ἀκινητίζει πρὸς τὴν γραφήν. διὸ καὶ τῷ θεῷ εὐχαριστοῦντες ὑπὲρ ὧν δι‐ εξήλθομεν, τὴν ἐπὶ πλέον ὁρμὴν ἀναστέλλομεν, εἴπερ ἐν τοῖς ζῶσιν εὑρεθῶμεν τοῦ ἔαρος ἐπιλάμψαντος καὶ τὸν και‐
15ρὸν οὐκ ἔχομεν ἀνθιστάμενον καὶ τοῖς πρόσω βαδίσαι καθ‐
υπισχνούμενοι. s. 555,23 sq.302